Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.118 Joseph. AJ 5.123 (English) >>Joseph. AJ 5.128

5.121

Χαναναῖοι δʼ ἀκμαζόντων αὐτοῖς κατʼ ἐκεῖνον τὸν καιρὸν τῶν πραγμάτων στρατῷ μεγάλῳ κατὰ Ζεβέκην αὐτοὺς ὑπέμενον τῷ βασιλεῖ τῶν Ζεβεκηνῶν Ἀδωνιζεβέκῳ τὴν ἡγεμονίαν ἐπιτρέψαντες· τὸ δὲ ὄνομα τοῦτο σημαίνει Ζεβεκηνῶν κύριος· ἀδωνὶ γὰρ τῇ Ἑβραίων διαλέκτῳ κύριος γίνεται· ἤλπιζόν τε κρατήσειν τῶν Ἰσραηλιτῶν διὰ τὸ τεθνάναι Ἰησοῦν. 5.122συμμίξαντες δὲ αὐτοῖς Ἰσραηλῖται ταῖς δυσὶ φυλαῖς αἷς προεῖπον ἐμαχέσαντο λαμπρῶς καὶ κτείνουσι μὲν αὐτῶν ὑπὲρ μυρίους, τρεψάμενοι δὲ τὸ λοιπὸν καὶ διώκοντες αἱροῦσι τὸν Ἀδωνιζέβεκον, 5.123ὃς ἀκρωτηριασθεὶς ὑπʼ αὐτῶν φησιν, “ἀλλʼ οὐκ εἰς τὸ πᾶν ἄρα λήσεσθαι θεὸν ἔμελλον τάδε πεπονθώς, κατὰ δυοῖν 5.124καὶ ἑβδομήκοντα βασιλέων πρᾶξαι πρότερον οὐκ ἐνετράπην.” καὶ ζῶντα μὲν κομίζουσιν ἕως Ἱεροσολύμων, τελευτήσαντα δὲ γῇ θάπτουσι. καὶ διεξῄεσαν αἱροῦντες τὰς πόλεις, πλείστας τε λαβόντες ἐπολιόρκουν Ἱεροσόλυμα· καὶ τὴν μὲν κάτω λαβόντες σὺν χρόνῳ πάντας ἔκτεινον τοὺς ἐνοικοῦντας, χαλεπὴ δʼ ἦν καθύπερθεν αὐτοῖς αἱρεθῆναι τειχῶν ὀχυρότητι καὶ φύσει τοῦ χωρίου. 5.125

Ὅθεν μετεστρατοπέδευσαν εἰς Νεβρῶνα καὶ ταύτην ἑλόντες κτείνουσι πάντας· ὑπελείπετο δὲ τῶν γιγάντων ἔτι γένος, οἳ διὰ σωμάτων μεγέθη καὶ μορφὰς οὐδὲν τοῖς ἄλλοις ἀνθρώποις παραπλησίας παράδοξον ἦσαν θέαμα καὶ δεινὸν ἄκουσμα. δείκνυται δὲ καὶ νῦν ἔτι τούτων ὀστᾶ μηδὲν τοῖς ὑπὸ πύστιν ἐρχομένοις ἐοικότα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.118 Joseph. AJ 5.123 (English) >>Joseph. AJ 5.128

Powered by PhiloLogic